Sunday, May 30, 2010

Τῌ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ

Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδοσίας.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ' καὶ τῆς Ἁγίας γ'. Στιχηρὰ τῆς Ἁγίας
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Αἴγλῃ παρθενίας λάμπουσα, Θεοδοσία σεμνή, καὶ πορφύραν δι' αἵματος, μαρτυρίου πάνσοφε, βεβαμμένην λαμπρότατα, περιθεμένη καὶ ὑπερκόσμιον, Χριστοῦ νυμφῶνα κατασκηνώσασα, κόρη πανάμωμε, συγχορεύεις τάξεσιν, Ἀγγελικαῖς, ὄντως ἀκατάλυτον, χορείαν ἔνδοξε.
Μάρτυς παρθένε πανεύφημε, Θεοδοσία Χριστόν, ὁλοκλήρως ποθήσασα, τῶν βασάνων ἤνεγκας, τὰς πληγὰς καρτερώτατα, αἰκιζομένη διὰ τὸν σὸν ἐραστήν, καὶ ξεομένη πλευρὰς ταῖς μάστιξιν· Ὢ τῶν ἀγώνων σου, καρτερᾶς ἐνστάσεως! δι' ἧς πρὸς γῆν, ὄντως καταβέβληκας, τὸν ὑπερήφανον.
Κάλλει ψυχῆς τε καὶ σώματος, κεκοσμημένη φαιδρῶς, τῷ Χριστῷ προσενήνεξαι, τὸν τῆς δόξης στέφανον, παρ᾽ αὐτοῦ ἀναδήσασθαι, Θεοδοσία Μάρτυς πανένδοξε, καὶ βασιλείας σαφῶς διάδημα, ὄντως πολύτιμον, ἐπαξίως δέδεξαι, σῇ κορυφῇ, νύμφη παναμώμητος, φανεῖσα πάνσοφε.
Δόξα... Καὶ νῦν... τῆς Ἑορτῆς
Εἰ τύχοι ἡ νηστεία τῶν Ἀποστόλων
Δόξα... Καὶ νῦν... Θεοτοκον
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Πάντοτε πράττων τὰ ἄτοπα, τὸν ποιητήν μου Θεόν, παροργίζω ὁ ἄθλιος, καὶ πτοοῦμαι πάναγνε, τὴν αἰώνιον κόλασιν, καὶ τοῦ πυρὸς τὴν φλόγα τὴν ἄσβεστον. Καὶ τῶν σκωλήκων τὴν ἀγριότητα, ὧν με ἐξάρπασον, Δέσποινα πανύμνητε, τὸν σὸν Υἱόν, Λόγον καὶ φιλάνθρωπον καθικετεύουσα.
Ἢ Σταυροθεοτοκίον
Τὶ τὸ ὁρώμενον θέαμα, ὃ τοῖς ἐμοῖς ὀφθαλμοῖς, καθορᾶται ὦ Δέσποτα: ὁ συνέχων ἅπασαν, κτίσιν ξύλῳ ἀνήρτησαι, καὶ θανατοῦσαι, ὁ πᾶσι νέμων ζωὴν ἡ Θεοτόκος κλαίουσα ἔλεγεν, ὅτε ἑώρακεν, ἐν Σταυρῷ κρεμάμενον, τὸν ἐξ αὐτῆς, ἀρρήτως ἐκλάμψαντα, Θεὸν καὶ ἄνθρωπον.
Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ἑορτῆς.
Ἀπολυτίκιον Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
ᾨδὴ ε'
Σὺ Κύριέ μου φῶς ΤΟ ΑΚΟΥΤΕ
ᾨδὴ ς'
Θύσω σοι, μετὰ φωνῆς ΤΟ ΑΚΟΥΤΕ
Κοντάκιον Ἦχος β'
Τὰ ἄνω ζητῶν ΤΟ ΑΚΟΥΤΕ
ᾨδὴ ζ'
Ἐν τῇ καμίνῳ ΤΟ ΑΚΟΥΤΕ
ᾨδὴ θ'
Λίθος ἀχειρότμητος ΤΟ ΑΚΟΥΤΕ

No comments:

Post a Comment